Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.51
Not analysed yet
99. *ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυ- σχερῶς, ὡς τὸ “ὣς ἄῤ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς” (Od. 21, 409). ἤτοι στικτέον ἐπὶ τὸ λαός, καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς᾿ ἢ ὡς διὰ μέσου κειμένου τοῦ ἐρήτυθεν δὲ καθ᾿ ἕδρας ἀνυποκρίτως ὑποστικτέον ἐπὶ τὸ καθ᾿ ἕδρας, ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός, ἵν᾿ ᾖ τὸ ἑξῆς, σπουδῇ δ᾿ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα Ὁμηρικὸν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθί- σαντες.