Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.49
Not analysed yet
97. οὐδʼ ἐσάκουσεν] οὐδὲ ἤκουσεν. ἐζήτηται δὲ πότερον οὐκ ἀντε- λάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμ- ψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. οὐδʼ ἐσάκουσε] πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο καθόλον τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. ἐζήτηται δὲ πότερον ἄρα οὐδʼ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ “οὐδʼ ἐσάκουσεν.” οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.