Ancient Greek
1.50 to 1.55
Scholia in Homerum, Scholia in Iliadum 1.50-55
Not analysed yet
99. *αὐτός] ὅτι ἐν ἴσῳ τῷ μόνος. 103. *γῆρας ὀπάζει] οὕτως Ἀρίσταρχος ὀπάζει· ὁ δὲ Ἰξίων ἐπείγει. *ἐν ἄλλῳ γῆρας ἱκάνει. 104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανός, ὁ μὴ δυνά- μενος δι᾿ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ (ὅ ἐστιν ἐδάφει) στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστώς. 106. *ὅτι ἐλλείπει ἡ διά. βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι· μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατάλληλόν ἐστι τὸ ἐπιστάμενοι. οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει, ἵνʼ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστὶν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ “πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο” (Il. 6, 2). 107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι] ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρʼ αὐτῷ, καὶ ὅτι ἐντεῦθεν τὸ “φόβον Ἄρηος φορεούσας” (Il. 2, 767). 108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην] ἀθετεῖται, ὅτι ἄτοπον προστι- θέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας· καὶ ἵτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν, τῆς ἀφαιρέσεως γεγονυίας τῇ πρὸ ταύτης ἡμέρᾳ.