Ancient Greek
1.5 to 1.17
Scholia in Homerum, Scholia in Iliadum 1.5-4-17
Not analysed yet
9. Ἄρνῃ] ὅτι Ζηνόδοτος ἐν μὲν τῷ καταλόγῳ (Il. 2, 507) πε- ποίηκεν “οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον,” ἐνθάδε δὲ εἴασε τὴν Ἄρνην. διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ. 9, 10. ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος λεγομένου “τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος” (137)· καὶ ὅτι ἐνθάδε μόνον ἐφʼ ἡρωΐνης τὸ ἐπίθετον, καὶ ἐν τῷ ἀθετουμένῳ “Αἴθρη Πιτθῆος θνγάτηρ, Κλυμένη δὲ βοῶπις” (Il. 3, 144). 12. *ὄτι περικεφαλαίας εἶδος ἡ στεφάνη. στεφάνης] στεφάνη εἶδος περικεφαλαίας· ἔστι δὲ καὶ κόσμος γυναικεῖος. τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· “ον τε κατὰ στεφάνης ποταμὸς χτιμάρροος ὤσῃ” (Il. 13, 138). *λῦσε δὲ] Ἀρίσταρχος λύντο δὲ γυῖα. 15. Δεξιάδην] εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιό- τητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομέ- νοις συνάπτεσθαι. ἢ γὰρ Ἰφίνοον Δεξιάδην, ἢ βάλε δεξιάδην ὦμον, ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον. 16. *ὦμον] κατὰ τὸν ὦμον. *λύντο] οτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη. 20. *ὅτι θηλυκῶς τὴν Ἴλιον. 22. φηγῷ] ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτί- θεται· πρὸ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου. ἀξιοπίστως ἔθηκε τὸν τόπον. παρὰ γὰρ τὸ φαγῶ, ὅ ἐστι καίω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν αὐτῇ κέχρηνται τῇ τροφῇ. 26. ἑτεραλκέα] οὕτως ἡ νίκη λέγεται ὅταν οἱ νικῶντες νικῶνται ἢ ἀνάπαλιν. ἐν ἄλλῳ, τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρέχουσαν. ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν. 28. ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον. 31. *βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. 32. ὑμῖν ἀθανάτῃσι] ὅτι Ζηνόδοτος ἀθανάτοισιν. ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε, τῇ Ἀθηνᾶ καὶ τῇ Ἥρᾳ, οὐκ ἀπιθάνως. 33. *ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα. 39. προκαλέσσεται οἰόθεν οἶος] ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η. ἔστι γὰρ προκαλέσσηται· καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος ἀντὶ τοῦ μόνος πρὸς μόνον.