Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.51-2
Not analysed yet
138. ἥ οἱ πλεῖστον ἔρυτο] ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο” (Il. 20, 272), καθὸ ἠμαύρωσε τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας λέγει. τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπα- ροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυό- μην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἔρυτο.