Ancient Greek
1.45 to 1.50
Scholia in Homerum, Scholia in Iliadum 1.45-2-50
Not analysed yet
126. ἐπιπτέσθαι] παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόρι- στος, ὁμοίως τῷ “τότʼ ἂν οὔ τοι ἀποσχέσθαι” (Od. 9, 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐστὶ πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυ- λάσσει τὸν αὐτὸν τόνον. 128. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἐξῆς τὸ οὐκ ἐλάθετον. 129. *οὕτως μετὰ τοῦ τ, ἥ τοι. 133. χρύσειοι σύνεχον] ὅτι καθʼ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ θώραξ, καθὸ ὑποβέβλητο τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆ- κον μέχρι τῶν γονάτων ἀπὸ τῶν λαγόνων. 135. διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο] πρὸς τὸν ὁπλισμόν· πρῶτος γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ στατοῦ καὶ κατὰ τοῦ ζώματος· ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ, διόπερ ὅταν τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει· ἔνδοθεν δὲ τούτων πρὸς τῷ χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα. 137. *ἔρυμα] ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους ἔλυμα εἶχον. οἱονεὶ εἴλυμα.