Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.52
Not analysed yet
102. Ἥφαιστος μέν] ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ Διὶ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι κατὰ διακονίαν Πέλοπι· Πέλοψ δὲ κατέλιπεν Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐδὲ τῷ ἑαυτοῦ παιδὶ ζῶντι, τῷ Αἰγίσθῳ, τὴν ἀρχὴν ἐνεχείρισεν, ἀλλ᾿ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι. ἄχρι δὲ τοῦ “αὐτὰρ ὁ αὖτε Θυέστ᾿ Ἀγαμέμνονι δῶκε φορῆναι” καλεῖται κλῖμαξ. δίδωσι δὲ Ἥφαιστος τῷ μὲν Διὶ τὸ σκῆπτρον ὡς βασιλικὸν, τῷ δὲ Ἑρμῇ πάλιν δίδωσιν ὡς κηρυκικόν. *ὁ τρόπος κλῖμαξ. τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῷ ἑξῆς.