Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.52-2
Not analysed yet
103. οἴσετε] πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρόνου, ἀλλʼ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ οἶσε, ὅ ἐστι φέρε. *ἄρνʼ] ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ. ἄρν᾿] τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει· τῷ μὲν γὰρ ἡλίῳ λαμπρῷ ὄντι καὶ ἄρρενί φησι καὶ λευκὸν ἱερουργηθῆναι ἄρνα, τῇ δὲ γῇ μέλαιναν καὶ θήλειαν, ἐπεὶ τοιαύτη ἡ θεός. τῷ δὲ Διὶ ἡμεῖς ἄλλον κομίσωμεν ὡς ξένοι, ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται. γῇ τε καὶ ἠελίῳ] ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν.