Ancient Greek
1.53 to 1.59
Scholia in Homerum, Scholia in Iliadum 1.53-2-59
Not analysed yet
105. *ἄξετε] ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἴσον τῷ ἄγετε. 108. αἰεὶ δʼ ὁπλοτέρων] ἀπὸ τούτου ἕως τοῦ λεύσσει (110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν παρα- βάντων Πριαμιδῶν. εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων κρέμαν- ται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν. 109. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω] ὑποστι- κτέον ἤτοι μετέῃσιν ἢ ὀπίσσω· ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέ- ροις ἄριστα πραχθῇ· ἡ δὲ δευτέρα οὕτως, οἷς δʼ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε. 117. οὕτως συναπτέον. καρπαλίμως ἄρνας τε φέρειν· ἐν- ετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τό καρπα- λίμως. 122. *διὰ τὸ γαλόῳ. *γάλως, ὡς Ἄθως· καὶ διαίρεσις γαλόω ὡς “ἐξ Ἀθόω δ᾿ ἐπὶ πόντῳ (II. 14. 229). βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰς ως θηλυκὰ, ὑπὲρ μίαν συλ- λαβὴν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλως Κέως ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφὼν ἐν τῷ α´ περὶ ἀρχαίας ἀναγνώ- σεως. 125. ἐν μεγάρῳ] ἐν θαλάμῳ· οὗτος γὰρ ἐνδιαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον. 126. δίπλακα μαρμαρέην] καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπω- δέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν “φάρε᾿ ὑφαίνουσιν ἁλιπόρφυρα” (Od. 13, 108). ὅτι παραλέλειπται τὸ κύριον, ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖ- ναν, ἦν ἔστι διπλῆν ἀμφιέσασθαι.