Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.52-6
Not analysed yet
118. ὅτι πολλὰ σημαίνει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησε καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) καὶ τὸ γνῶναι “εἴσομαι αἴ κέ μʼ ὁ Τυυδείδηςʼ (Il. 8, 532). καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη· καὶ τὸ “νῦν δʼ εἴμι” (Il. 1, 169) ψιλοῦται.