Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.53-4
Not analysed yet
101. βῆ ῥ’ Ἶσον] Ζηνόδοτος ἔξω τοῦ ρ ἄη Ἶσον, μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου ἐπιγράμμασι τὸν Βήρισον, ἀλλ’ ἐν τῷ λεγομένῳ σωρῷ εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι. κατὰ διάστασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον· τὸ μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξεναρίζων, ὡς δείκνυται ἐν τῷ περὶ συντάξεως (1, 32 p. 66, 5).