Ancient Greek
1.54 to 1.56
Scholia in Homerum, Scholia in Iliadum 1.54-3-56
Not analysed yet
102. ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν, ἄμφω εἰν ἑνὶ δίφρῳ, καὶ ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω. 103. *ἐόντας] Ἀριστοφάνης ἐόντε. 104. ὤ]ὅτι Ζηνόδοτος γράφει ὅνποτʼ Ἀχιλλεύς. μήποτε δὲ πεπλά- νηται, γεγραμμένου τοῦ ο ὑπʼ ἀρχαικῆς συνηθείας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος, διὸ καὶ ἐπιφέρει “καὶ γάρ σφε πάρος παρὰ νηυσίν·” καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν. *ἐν ἄλλῳ ὅν ποτʼ Ἀχιλλεύς.