Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.55-3
Not analysed yet
133. Νυσήϊον] τὴν λεγομένην Νῦσαν. ὅρος δὲ λέγει τῆς Θρᾴκης ἐν ἄλλῳ ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Νάξῳ, ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ καὶ ἐν τῷ Καυκασίῳ ὄρει, ὅπου δὲ νῆσος, ὡς ἐν τῷ Νείλῳ ποταμῷ. οὐ δεδήλωκε δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.