Ancient Greek
1.56 to 1.61
Scholia in Homerum, Scholia in Iliadum 1.56-3-61
Not analysed yet
134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, τουτέστι τὰς βακχικὰς δράκας, ἅ ἐστι Διονυσιακὰ μυστή- ρια· ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν. διασταλτέον μετὰ τὸ κατέχευαν· τὸ δὲ ἑξῆς συναπτέον, ὑπʼ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι. 135. βουπλῆγι] προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, ἀδμής ἡμιθνής κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ ὡπλήξ. *ὅτι Ζηνόδοτος γράφει χολωθείς, καὶ ὅτι περισσὸς ὁ δέ. 146. τοίη δέ] ὅτι δύο μέρη λόγον τὸ τοίη δέ, τοίη καὶ δέ διὸ οὐ περισπαστέον τὸ τοιήδε. 148. τηλεθόωσα] Ἀριστοφάνης γράφει τηλεθόωντα, καὶ ἐπὶ τῶν φὐλλων ἀκούει, καὶ τὸ ὥρῃ μετὰ τοῦ ι γράφει κατὰ δοτικήν. 149. ἠμὲν φύει, ἡδʼ ἀπολήγει] ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι· βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν. 150. ὑποστικτέον εἰς τὸ ἐθέλεις, ἵνα ᾖ τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι. Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα.