Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.56-2
Not analysed yet
127. ἀχλὺν δʼ αὖ] τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφειλό- μην. πῶς οὖν φησὶν ἐν τοῖς ἑξῆς ὅτι ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης, λέγων “τίς δὲ σύ ἐσσι φέριστε (Il. 6, 123): καί φαμεν ὅτι πρὸς καιρὸν ἀφῄρηται τὴν ἀχλὺν ὑπὸ τῆς Ἀθηνᾶς, ἵνα τρώσῃ τὴν Ἀφροδί- την καὶ Ἄρεα· τρωθέντων δὲ τούτων πάλιν κατὰ τό σιωπώμενον ἀντ- αποδίδοται ἡ οἰκεία ἀχλύς, διʼ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον.