Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.55-2
Not analysed yet
126. Τυδεύς] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ. κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.