Ancient Greek
1.58 to 1.74
Scholia in Homerum, Scholia in Iliadum 1.58-2-74
Not analysed yet
106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι] ὅτι τὸ πλῆρες ποιμαίνοντε. Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ ὅν ποτε γράφει. 109. Ἄντιφον] ὅτι ἐπανείληφε τὸ ὄνομα διὰ τὸ προειρηκέναι δύο· καὶ πρὸς τὸ πρότερον ἀπήντησεν, ἵνα σαφηνίσῃ κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη. 110. σπερχόμενος δʼ ἀπὸ τοῖιν] εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισή- μοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (Il. 13, 374). νῦν οὖν ἐπείπερ ὀξύς ἐστιν ὁ καιρὸς, ἄμφω δηλοῖ, καὶ ὡς ἐπεγίνωσκεν αὐτοὺς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν. 111. καὶ γάρ σφε] ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (104). 115. *τῶν ἐλάφων φησί. 116. εἴπερ τε τύχῃσι] ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ κατὰ διαστολὴν τύχῃσι καὶ τετύχῃσι ὡς λελάχωσι. 119. σπεύδουσʼ ἱδρώουσα] ἐπὶ τὸ σπεύδουσα βραχὺ διαστα- τέον· μᾶλλον γὰρ ἐμφαίνει. 121. ὑπʼ Ἀργείοισι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον. 123. *δαίφρονος] Ζηνόδοτος γράφει κακόφρονος, εὐτελῶς. 124. πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τό λεγόμενον, χρνσᾶ δῶρα. δύναται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγ- μένος. 127. ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους] ὁμοῦ ἐπεχείρουν κρατεῖν τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας. 128. σφέας] ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, ἀντὶ τοῦ αὐτῶν. *φύγον] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ φύγεν. 129. *οὕτως ἐναντίον. 130. ὅτι δυωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ ἐν Ὀδυσσείᾳ “τὰ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15). ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιίας, ὅτι εὐτελεῖς τῇ κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην καταχρηστικῶς ἀντὶ τοῦ ἱκέτευον. 132. *Ζηνόδοτος πολλὰ δʼ ἐν Ἀντιμάχου πατρός. 135. *ζωοὺς] Ἀριστοφάνης ζωώ. 137. ἀμείλικτον δʼ ὄπʼ ἄκουσον] ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον.