Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.57-5
Not analysed yet
105. ἐδέσμευσε ταῖς νέαις καὶ ἁπαλαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς· καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνη ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἔχοντα πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη.