Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.59-3
Not analysed yet
135. Φειᾶς] ὅτι ἐν Ὀδυσσείᾳ (15, 296) πληθυντικῶς “ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,” ὡς Μυκήνην καὶ Μυκήνας. περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική· πρόδηλον κἀκ τῆς συντά- ξεως τοῦ τείχε σσι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις τῆς Ἤλιδος, οἱ δὲ τῆς Ἀρκαδίας, παρʼ ἣν ὁ Ἰάρδανος ῥεῖ. ἀλλὰ καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος, Φηρᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ.