Ancient Greek
1.60 to 1.67
Scholia in Homerum, Scholia in Iliadum 1.60-4-67
Not analysed yet
136. *πρόμος] ὅτι πρόμος ἀντὶ τοῦ πρόμαχος κοινῶς. 138. ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ· καὶ ὅτι οὕτος ὁ Ἀρηίθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ. 140. οὕνεκʼ ἄρʼ οὐ] τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ Κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ “ἀλλὰ σιδηρείῃ κορύνῃ,” βραχὺ μόνον διαστέλλοντα. 143. ὑποφθάς] ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. Ἀρίσταρχος δέ φησι καὶ ἀναστάς, οἷον ἐκ λόχου ἀναστάς. 146. *τεύχεα δʼ ἐξενάριξε] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ τέ, τεύχεα τʼ ἐξενάριξε. ὅτι κυρίως τὸ ἐξενάριξε νῦν, τὰ ἔναρα περιεῖλεν. 148. *ἐγήρα] ὅτι ἀντὶ τοῦ ἐγήρασε τὸν παρατατικὸν ἔταξεν. 149. δῶκε δʼ] ὅτι οὕτως εἴωθε φράζειν. καὶ ὅτι περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι δῶκεν Ἐρευθαλίωνι. 153. ὅτι Ζηνόδοτος θάρσει ἐμῷ. ἀδιανόητον δὲ γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ.