Ancient Greek
1.60 to 1.70
Scholia in Homerum, Scholia in Iliadum 1.60-70
Not analysed yet
112. σχέτλιος] τοῦτο καθ᾿ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω τὸ νήπιος· μᾶλλον γὰρ, κομματικῶς λεγόμενον, ἐμφαίνει. 113. *Ἴλιον] Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· καὶ Εὔβοιαν, ἀλλ᾿ οὐκ Εὐβοεῖς. 114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύεσθαι; 115. δυσκλέα Ἄργος] ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοιαῦτα ἐκφέρει, δυσκλέα καὶ ἀκλέα, Ἰωνικῶς· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν. συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς ἀμφηρεφέα, ὁμοίως τῷ “ἄειδε δ᾿ ἄρα κλέα ἀνδρῶν,” (ΙΙ. 9, 189.) “ἀκλέα ἐκ μεγάρων,” (Od. 4, 728.) 116. πρὸς τὸ μέλλει, ὅτι ἀντὶ τοῦ ἔοικεν· ὁ δὲ ἀστερίσκος, ὅτι εἰς τὰς Λιτὰς (ΙΙ. 9, 23) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς. *ὑπερμενέι] συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ. 117. ὃς δὴ πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει, εἴτε περὶ τῶν εἰκοσιτριῶν, ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου. *τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον Ἰώνων. 118. τοῦ γὰρ κράτος] πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ. τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ τί ἐστι θεός; τὸ πάντων κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ; 119. *ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν. 122. *ὅτι ἥσσονες κατὰ τὸν ἀριθμὸν οἱ βάρβαροι. οἱ μὲν Τρῶες, χωρὶς τῶν ἐπικούρων, ἦσαν ἀριθμῷ μυριάδες ε΄ (ΙΙ. 8, 558)· τὸ δὲ τῶν Ἑλλήνων πλῆθος τινὲς μέν φασι μυριάδας ιβ΄, ἄλλοι δὲ ιδ΄. 123. εἴπερ γάρ κ᾿ ἐθέλοιμεν] ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγ- μαί εἰσιν ἐν ὑποκρίσει πᾶσαι, ἄμφω, καὶ ἔασιν, καὶ Ἀχαιοὶ, καὶ οἰνοχοεύειν. τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος. *ὅτι περισσὸς ὁ κε σύνδεσμος. 124. ἀθετεῖται· οὐ γὰρ ἐπ᾿ ἀληθείας λέγεται, ἀλλ᾿ ὑπερβολικῶς τὰ τῶν δεκάδων· πρὸς τί οὖν ὅρκια;