Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.71-2
Not analysed yet
125. *Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν] ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπιφέρων. Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων. ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (6, 265) “πᾶσιν γὰρ ἐπ᾿ ἴστίον ἐστιν ἑκάστῳ,” ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ. ἡ διπλῆ δὲ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμηθῆναι κεῖται, ἀλλ᾿ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι διαμένουσιν. τὸ λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, λέξασθαι εἰς εὐνήν (Od. 17, 102). τὸ ἐπελέξατο, λέξατο κούρους (ΙΙ. 21, 27), τὸ ἀριθμεῖν, λέγε κήτεσσιν (Od. 4, 452).