Ancient Greek
1.61 to 1.64
Scholia in Homerum, Scholia in Iliadum 1.61-64
Not analysed yet
132. οἳ—Ἄρηα] εἶτα ἀπὸ ἄλλης ἀρχῆς· ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω. διὸ τελείαν στικτέον, ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ πολέ- μοιο ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ τοῦ προτέρου οἵ, τοῦ δὲ δευτέρου οἱ ἀντωνυμίαν δηλοῦντος. 134. *ἕαται] ἀπὸ τοῦ ἧνται, διάλυσις. πόλεμος δὲ πέπαυται] διὰ μέσου τὸ ἡμιστίχιον· διόπερ διαστέλ- λομεν ἐπὶ τὸ σιγῇ, στίζομεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται. 138. *τῷ δέ κε νικήσαντι] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ τοῦ δὲ νικήσαντος. 143. οὐκ οἴη] στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ ὑποτείνεται.