Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.60-2
Not analysed yet
128. οὕς ἑθεν] ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβανόμενον, ἐπεὶ εἰς ἀπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν φασὶν, ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώ- σκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως, ἀνε- γνώσθη “ἐπεὶ οὔ ἑθέν ἐστι χερείων” (Il. 1, 114) “οἱ ἑθεν ὀτρύνοντος” (Il. 15, 199)· ἐκεῖνο δὲ κατʼ ὀρθὴν τάσιν “ἀπὸ ἔθεν ὤσατο χειρί” (l. 6, 62). ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ “πρόσθεν ἔθεν φεύγοντα” (Il. 5. 80)· ἡ γὰρ διάνοια ἀπλῆν αἰτεῖ τὴν μετάληψιν. *130. νύμφα] Ἰωνικὰ νύμφα τόλμα. *θέσκελα] θεοείκελα, ὡς θεόφατα θέσφατα· μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός.