Ancient Greek
1.62 to 1.77
Scholia in Homerum, Scholia in Iliadum 1.62-2-77
Not analysed yet
139. Ὀρέστην] ὅτι τῷ Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων. 140. *πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου. 141. εἵως] ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται. 142. *οὕτως Ἀρίσταρχος, ἐόντες, κατὰ τὴν εὐθεῖαν. 144. ὑποστικτέον Τρῶας καὶ φόβος τε, περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς, ἐκ δὲ τω ἀίξαντε. ἡ διπλῆ δὲ, ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή. 145. βέλτιον τὸ σύνηθες ἐπὶ τὸ ἀΐξαντε διαστέλλειν. 147. *οὕτως ἐν ἀπάσαις δέχαται. κολοσυρτόν παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολωὸν καὶ σνριγμόν. 148. δοχμώ] ὀξυτονητέον· ἔστι γὰρ δυκόν. τὸ δὲδοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετʼ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός. περὶ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμβάνεται. 149. *πρυμνήν ὡς πυκνήν. εἴπομεν δὲ περὶ τούτου. 153. *λαοῖσιν] τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες. οἱ περὶ Ζηνόδοτον λάεσσι, τοῖς λίθοις. προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐκ ἐπὶ τοῦ λίθου· λάεσσι γὰρ ἐπʼ ἐκείνου τοῦ σημαινομένου λέγει. 155. *ὅτι λείπει ἡ ὑπέρ πρόθεσις. 157. ζαής] ὡς ὑγιής· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (Od. 12, 313). ῥηθήσεται δὲ ἐν τῇ M τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας. 158. ταρφειάς] Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικὸν, οὗ πολλαὶ ἤσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρʼ Ὀμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θράξ, ἐπεκράτησε δὲ ἠ Ἀριστάρχου. 159. πρὸς τὴν συνήθειαν τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενήνοχεν. *οὅτως διὰ τοῦ ο, ῥέον. Ὀμηρικὸν τὸ σχῆμα. 160. ἀμφʼ αὖον] δύο μέρη λόγου ἐστὶν, ἀμφί καὶ αὖον. οὕτως καὶ τὸ πληθυντικὸν οἴδεν “αὖα πάλαι περίκηλα” (Od. 5, 240). 161. *Ἀρίσταρχος βαλλομένων· ἄλλοι δὲ βαλλόμεναι.