Ancient Greek
1.78 to 1.81
Scholia in Homerum, Scholia in Iliadum 1.78-3-81
Not analysed yet
164. φιλοψευδής] ὀξυτονητέον ὁμοίως τῷ ἀπλῷ· τὰ γὰρ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβὴν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυ- λάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ ἀληθής, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθʼ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, οἷον ἐν τῷ ξενοκρίτης. 165. ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας μόνους ἥρωας καλεῖ. 167. οἱ δʼ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι] διʼ ἀμφοτέ- ρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντομήν. μέσον αἰόλοι] ποικίλοι τὰ μέσα τοῦ σώματος· εἰσὶ γὰρ ἐπτερω- μένοι καὶ ξανθοὶ, ἀʼ οὗ εὐκίνητοι, ὡς καὶ ἀλλαχῆ φησὶ “πόδας αἰόλος ἵππος” (Il. 19, 404). ἄμεινον δὲ ἀκούειν τοὺς εὐκινή- τους. 170. τὸ ἄνδρας θηρητῆρας ἑκατέρωσε δύναται προσνέμεσθαι.