Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.63
Not analysed yet
153. Σίσυφος] Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλι- οῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. ἐπιπέμπει οὖν αὐτῷ τὸν θάνατον. ὁ δὲ Σίσυφος αἰσθόμενος τὴν ἔφοδον, δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ- πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα **κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδει. ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρδιστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο. κέρδιστος] συνετώτατος, ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὑτοῦ πανουργότατον ἔλεγεν.