Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.62
Not analysed yet
152. ἔστι] τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται “ἔστι δέ τις προπάροιθε πόλιος” (Il. 2, 811) καὶ ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει “ὡς οὐκ ἔσθʼ ὅδε μῦθος” (Od. 23, 62). εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, οἷον “ὃ δὴ τετελεσμένον ἐστίν.” ὅτι Ἐφύρην τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελο- πόννησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἀργος Πελασγικόν.