Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.65
Not analysed yet
93. οὐ ταρ ὅγʼ εὐχωλῆς] οὕτως ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικῶς, ὡς καὶ ἐπὶ τοῦ “εἴ ταρ ὅγʼ εὐχωλῆς (65). οὐ γάρ ἐστιν ὁ τε συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης. οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· “ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν” (Od. 4, 87). *εὐχωλῆς ἐπιμέμφεται] ὅτι ἐλλείπει ἡ περί καὶ περισσὴ ἐστὶν ἡ ἐπί ἐν τῷ ἐπιμέμφεται. κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν.