Ancient Greek
1.58 to 1.64
Scholia in Homerum, Scholia in Iliadum 1.58-64
Not analysed yet
81. καταπέψῃ] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείω χρόνον κατεχομένων σιτίων διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην. 83. *φράσαι] ὅτι Ζηνόδοτος γράφει φράσον. μᾶλλον δὲ τὸ φράσαι ἁρμόζει. 85. *μάλα] διασταλτέον ἐπὶ τὸ μάλα. θαρσήσας μάλα εἰπέ] τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίως δὲ καὶ μακρῷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. ὅ τι οἶσθα] ὅτι οἶσθα χωρὶς τοῦ σ. οὕτως γὰρ λέγει διὰ παντός· “οἶσθα· τίη τοι ταῦτα” (Il. 1, 365), “οἶσθα, γέρον,” (Od. 4. 465). 86. οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς. πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν. Κάλχαν] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. Κάλχα. τὰ δὲ εἰς ας λή- γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, Θόαν, Αἶαν. 88. οὔτις ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. τινὲς δὲ τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοι δερ- κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις. 90. οὐδʼ ἢν Ἀγαμέμνονα] ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. 91. *ἐνὶ στρατῷ] Ἀχαιῶν, οὐκ ἐνὶ στρατῷ, αἱ Ἀριστάρχειοι. ὁμοίως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.