Ancient Greek
1.66 to 1.67
Scholia in Homerum, Scholia in Iliadum 1.66-2-67
Not analysed yet
145. Σκαιαὶ πύλαι] Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, διʼ ὧν ἐξήεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. οἱ δέ φασιν ὅτι ἀπὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας· τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. 150. *γήραϊ] γράφεται καἰ γήρει ὡς οὔδεϊ. ἀσυναλείπτως τῷ γήραι ἀναγνωστέον.