Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.68-2
Not analysed yet
151. *διασταλτέον βραχὺ ἐπὶ τὸ ἰσθλοί· τὴν γὰρ ἐπίτασιν μᾶλλον ἐμφαίνει. τεττίγεσσιν] ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. τούτοις δὲ παρείκασε τοὺς γέροντας· ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῶον, ἐπί τε τείχους κάθηνται. Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα, ἐξ οὗπερ ἐποίησεν υἱὸν Μέμνονα. μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος.