Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.67
Not analysed yet
122. ἕπτ’ ἀπύρους] τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλʼ ἀναθεματικοὺς καινουργεῖς, τοὺς κόσμον χάριν τιθεμένους ἐν τῷ οἴκῳ. τάλαντα] τὰ νῦν ἑξακισχίλια λέγεται παρὰ Ἀθηναίοις. διαφόρως δὲ νοεῖται· ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. καὶ ὁ ποιητὴς δῆλον ἡμῖν τοῦτο ποιεῖ ἐν τῷ ἐπιταφίῳ Πατρόκλου λέγων “ἱππεῦσι μὲν πρῶτα· ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν καὶ τρίποδʼ ἀτώεντα δυωκαιεικοσίμετρον, τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον θῆκεν ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον φορέουσαν· αὖτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα, τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα” (Il. 23, 262). εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων ἐστὶ, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἦν παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν Ἀναγύρῳ “βραχύ τί ἐστι τάλαντον” φησί. τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δὲ χρνσίου τάλαντον.