Ancient Greek
1.64 to 1.66
Scholia in Homerum, Scholia in Iliadum 1.64-2-66
Not analysed yet
116. ἀντί νυ πολλῶν] ὅτι τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον, ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνὴρ, ὅταν ᾖ θεοφιλής. 118. *ἔτισεν, ὄλεσσε δέ] γρ. ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. 119. λευγαλέῃσι] ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως· “νῦν δέ με λευγαλέον θάνατον” (Il. 21, 281. cf. ad 109). ἔστι δὲ λευγαλέον τὸ ὀλέθριον, παρὰ τὸν λοιγόν.