Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.70
Not analysed yet
99. ἀπριάτην ἀνάποινον] ὅτι οὐ κατὰ προσηγορίαν τὴν ἀπριάτην λέγει, ἀλλʼ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνάποινον· τὸ γὰρ αὐτὸ διʼ ἀμφοτέρων δηλοῦται. διασταλτέον δὲ βραχὺ ἀπριάτην, ἀνά- ποινον, στικτέον δʼ ἐς Χρύσην, ἐπεὶ κοινὸν κατὰ πάντων τὸ πρίν. τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντὶ τοῦ ἀπριάδην. ἄγειν] τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ “ὃ οἴκοθεν ἦγ᾿ ὁ γε- ραιός” (Il. 11, 632). καὶ “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 596). παράληψις δὲ ὁ τρόπος. οὐ γὰρ ἐπʼ ἴσοις ἀπαλλάσσε- σθαι δεῖ τοὺς προαμαρτήσαντας.