Ancient Greek
1.71 to 1.74
Scholia in Homerum, Scholia in Iliadum 1.71-74
Not analysed yet
100. ἐς Χρύσην· τότε κέν μιν] ὅτι Ζηνόδοτος γράφει αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν. 103. φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· εἰσὶ δὲ τῶν ἐντοσθιδίων αἱ φρένες. (Soph. Tr. 931) “πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένας.” ἤδη δὲ οἱ νεώτεροι με- λαίνας τὰς φρένας φασίν. μέλαιναι] αἱ ἐν βάθει κείμεναι, ἢ τεταραγμέναι διὰ τὴν ὀργήν. 103, 104. *ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν (4, 661) μετάκειν- ται οὐκ ὀρθῶς. 105. Κάλχαντα πρώτιστα] ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος.