Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.70-2
Not analysed yet
156. ἡ στιγμὴ κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι, τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου τῷ λίαν, ὡς κἀκεῖ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά” (Od. 1, 208). τινὲς δὲ τῶν καθʼ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς. τρίγωνον δὲ ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ “οὐ νέμεσις Τρῶας·” ἀφʼ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον.