Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.69-2
Not analysed yet
152. δενδρέῳ ἐφεζόμενος] ὅτι Ζηνόδοτος γράφει δένδρει. ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων “δένδρεον ὑψιπέτη- λον” (Il. 13, 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ. ἱεῖσιν] προπερισπαστέον ὡς τιθεῖσιν· τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν, ὡς στᾶσι. Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῆς Κρατητείου αἱρέ- σεώς φησιν “ὦκα γράφει ἀντὶ τοῦ ἦκα·” καὶ ἀπολογούμενός φησιν ὅτι μετʼ αὐτὸ διασταλτέον, ἵν᾿ ᾗ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν ὦκα. πρὸς δὲ τῷ μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται. τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξε, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα. ἦκα πρὸς ἀλλήλους] ὅτι Ζηνόδοτος γράφει ὦκα. εἴτε δὲ ἐπί τῆς Ἑλένης ἐστὶν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες.