Ancient Greek
1.70 to 1.74
Scholia in Homerum, Scholia in Iliadum 1.70-4-74
Not analysed yet
148. τοὺς μὲν ἔασʼ] πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ “Αἴθρη Πιτθῆος θυγάτηρ” (Il. 3, 144). 149. *ὀνειροπόλοιο] ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων μαν- τενόμενος, οὐχ ὁ ὀνειροκρίτης. 150. τοῖς οὐκ ἐρχομένοις] ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. τὸ δὲ ὅλον, οἷς τισὶ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρονς. ἔστι γὰρ τῶν ἀμφιβόλων· ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ ἐπανερχο- μένοις, ἢ ἐν ἤθει λέλεκται, καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων ὅτι ἀναι- ρεθήσονται. 153. *ὅτι καὶ ἐπὶ δύο τὸ τηλυγέτω. 156. ἀμφοτέρω] ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ἀμφοτέρων. οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται κατὰ τὸ ἑνικόν “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. Ι, 299).