Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.75-2
Not analysed yet
158. *χηρωσταί] οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. χηρωσταί] ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρῷ παραληγό- μενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποιητής ὀρχηστής χρυ- σωτής. οὕτως οὖν καὶ παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ “χήρωσας δὲ γυναῖκα” (Il. 17, 36) τὸ χηρωστής. μάχεται τὸ κυβερνήτης· τὸ γὰρ ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 83.) “στείχων δʼ ἀγρώστην ὄχλον” παρώνυμον.