Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.72-2
Not analysed yet
171. *πεπάλασθε] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ τοῦ σ, πεπάλασθε, οὐ διὰ τοῦ χ. οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. τὸ δὲ ὅς κε λάχῃσι τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρʼ αὐτῷ. ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχῃ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. 21, 127) πρὸς Φιλητᾶν.