Ancient Greek
1.69 to 1.71
Scholia in Homerum, Scholia in Iliadum 1.69-3-71
Not analysed yet
161. πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρινεν, ὡς ἐν τῷ “ὃς νείκεσσέν τε θεάς” (Il. 24, 29). καὶ ὅτι παρέλκει συνήθως αὐτῷ τὸ πάντες. 163. ἐπί] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος. 167. ἐπʼ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται. *ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ.