Ancient Greek
1.72 to 1.80
Scholia in Homerum, Scholia in Iliadum 1.72-3-80
Not analysed yet
152. *ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει. 157. φύγαδε] ὡς ἄλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτως φυγήνδε φύγαδε. *τράπε] οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου. 161. ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ- σις παρὰ τῷ ποιητῇ. 163. ἀντʼ] κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. *Αρίσταρχος ἀντιτέτυξο. 164. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ, καὶ τὸ “πάρος τοι δαίμονα δώσω” τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν· ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις. *τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν. 166. *δαίμονα δώσω] ἐν τῇ Ζηνοδότου πότμον ἐφήσω. 168. ὅτι ὑποτάσσουσιν “ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέ- σασθα.” οὐκ ἔστι δέ· τὸ γὰρ διάνδιχα οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μά- χεσθαι. 170. *ἀπ᾿ Ἰδαίων] γράφεται καὶ ἐπʼ δαίων. 171. βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ ση- μεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνά- πτωμεν, γίνεται σολοικοφανές.