Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.71-5
Not analysed yet
150. ἀπειλήσει] καυχήσεται, κομπάσει. σημαίνει δὲ ἡ λέξις πλείονα· ἐπὶ κανχήσεως μὲν, ὡς νῦν· ἐπὶ δʼ εὐχῆς, ὡς ἐν ἐκείνοις οὐδʼ ἠπείλησεν ἄνακτι” (Il. 23, 863)· ἐπὶ δʼ ὀργῆς, ὡς ἐν τῷ “ἠπείλει κἀκεῖνος ἐναντίον πολεμίζων ἐνθάδʼ ἐλεύσεσθαι” (Il. 15, 179). *τότε μοι χάνοι εὐρεῖα χθών] τότε ἡ γῆ χανοῦσα εὐρέως δέ- ξαιτό με. ὅτι οὐκ ἐν τῷ καθόλου εὐρεῖαν λέγει, ἀλλʼ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο, ἀντὶ τοῦ εὐρὺ χάσμα ποιήσειεν.