Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.75
Not analysed yet
106. *μάντι κακῶν] μετὰ τὸ κακῶν στικτέον. μάντι κακῶν] ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινὲς ὦσιν. κρήγυον] ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, καὶ οὐκ ἔστιν ἀληθὲς, ἀλλ᾿ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ “αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα.” κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θνμῆρες.