Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.76-2
Not analysed yet
166. ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλα- νῶντο, ὥς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδ’ ὅπη ἄρξειεν Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρία- μος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μη- νιῶντος ἐκείνου καὶ ἰσορρόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ τεθέατο οὕτω πάντας ἐνόπλους ὡς νῦν. ὥς μοι καὶ τόνδʼ ἄνδρα] ἐὰν τὸ ἵνα ἐκ τοῦ ὡς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγος, ὄφρα ἴδῃ πρότερόν τε πόσιν καὶ ὥς μοι τονδʼ ἄνδρα· βέλτιον δὲ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ εὐκτικοῦ παραλαμβάνῃς.