Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.77-2
Not analysed yet
175. παῖδά τε] λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν. Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ Ἀρίαιθος παῖδα Μαράφιον, ἀφ᾿ οὗ τὸ τῶν Μαραφίων γένος ἐν Πέρσαις. ὡς δὲ Κιναίθων, Νικόστρατον. παρὰ δὲ Λακεδαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας. τηλυγέτην] καταχρηστικῶς εἶπε· κυρίως δὲ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὁ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι. 176, *διὰ τοῦ κε συνδέσμου συνήλειπται, τά κε. γράφεται δὲ καὶ τά γε.