Ancient Greek
1.76 to 1.81
Scholia in Homerum, Scholia in Iliadum 1.76-4-81
Not analysed yet
137. νῆα—νηησάσθω] ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπὸ τοῦ ἑτοίμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν (22, 330). ὁ αὐτὸς ἄρα ποιητής. 140. Ἑλένην] οὐχ ὡς αἰχμάλωτον. ἀλλʼ ὡς πρεσβεύονσαν ἀπα- σῶν ἐν κάλλει. ὅτι ἔνιοι ὑποτάσσουσι στίχον “τὴν γὰρ ἀπʼ αὖτις ἐγὼ δώσω ξανθῷ Μενελάῳ,” εὐήθως πάνυ. 141. ὅτι τὴν Πελοπόννησον Ἀχαιικὸν Ἄργος λέγει καὶ Ἴασον, “εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος” (Od. 18, 245), Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν. 143. ὃς μοι τηλύγετος] ἀγαπητὸς, μονογενής· μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας. *ὅτι ἀγαπητός μόνον ἐπὶ ταῖς θηλείαις. θαλίῃ ἔνι πολλῇ] ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. εἴρηται δὲ παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. 145. οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχὴν, νόμος ὀρθὸς, ἔπειτα κρίσις καὶ ἰσχύς. *ὅτι οὐκ οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας. 146. *ἀνάεδνον] ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις.