Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.82-3
Not analysed yet
147. ἐπιμείλια] Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν ὡς ἐπι- φέρνια. Ἀπολλόδωρος δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτως δὲ καὶ Ἀλεξίων. καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προ- παροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικὰ, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν, διὰ τοῦ ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον ποίμνιον Σίγιον λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ ἰνίον· τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον. ὅτι καὶ ὑπὸ τῶν πατέρων ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνων ἐπέμπετο ἃ λέγει. μείλια δέ εἰσιν οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. Ἀρίσταρχος δὲ ἐπιφέρνια.