Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.77-3
Not analysed yet
164. *Ἀρίσταρχος ὀλίγος δέ τε. γρ. δὲ καὶ ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει. σχέτλιος ὁ ἄξια πράσσων ἀγανακτήσεως. εἰώθαμεν δὲ ἀμε- λείας κρινόμενοι φιλοπονωτέρους τοῦ δέοντος ἀποφάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω. σχέτλιός ἐσσι, γεραιέ] ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων· καὶ ὅτι πόνον τὴν ἐργασίαν. *συναπτέον ἕως τοῦ γεραιέ.